ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:11-18
SBL Greek New Testament
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον [a]ἵνα τῷ σταυρῷ τοῦ [b]Χριστοῦ [c]μὴ διώκωνται· 13 οὐδὲ γὰρ οἱ [d]περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται [e]κἀγὼ κόσμῳ. 15 [f]οὔτε γὰρ περιτομή τί [g]ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα [h]τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 ἵνα WH Treg NIV] + μὴ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 Χριστοῦ NIV Treg RP] + Ἰησοῦ WH
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 μὴ WH Treg NIV] – RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:13 περιτεμνόμενοι WH Treg NIV] περιτετμημένοι RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:14 κἀγὼ WH Treg NIV] + τῷ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:15 οὔτε γὰρ WH Treg NIV] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:15 ἐστιν WH Treg NIV] ἰσχύει RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:17 τοῦ WH Treg NIV] + κυρίου RP
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:11-18
1550 Stephanus New Testament
11 ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι
12 οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα μη τω σταυρω του χριστου διωκωνται
13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται
14 εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω τω κοσμω
15 εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα καινη κτισις
16 και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου
17 του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του κυριου ιησου εν τω σωματι μου βασταζω
18 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην [προς γαλατας εγραφη απο ρωμης]
Read full chapter
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software