ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:16-6:10
SBL Greek New Testament
16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα [a]γὰρ [b]ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ [c]ἐὰν θέλητε ταῦτα ποιῆτε. 18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά [d]ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, [e]ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 [f]φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν [g]καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 οἱ δὲ τοῦ [h]Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
6 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως [i]ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, [j]φρεναπατᾷ ἑαυτόν· 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7 μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ [k]ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9 τὸ δὲ καλὸν ποιοῦντες μὴ [l]ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν [m]ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Footnotes
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:17 γὰρ WH Treg NIV] δὲ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:17 ἀλλήλοις ἀντίκειται WH Treg NIV] ἀντίκειται ἀλλήλοις RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:17 ἐὰν WH Treg NIV] ἂν RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:19 ἐστιν WH Treg NIV] + μοιχεία RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:20 ἔρις ζῆλος WH Treg NIV] ἔρεις ζῆλοι RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:21 φθόνοι WH NIV] + φόνοι Treg RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:21 καθὼς WH Treg NIV] + καὶ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:24 Χριστοῦ RP] + Ἰησοῦ WH Treg NIV
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2 ἀναπληρώσετε Treg NIV] ἀναπληρώσατε WH RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3 φρεναπατᾷ ἑαυτόν WH Treg NIV] ἑαυτόν φρεναπατᾷ RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7 ἐὰν WH NIV RP] ἂν Treg
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9 ἐγκακῶμεν WH Treg NIV] ἐκκακῶμεν RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10 ἔχομεν Treg NIV RP] ἔχωμεν WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software