Add parallel Print Page Options

τῇ ἐλευθερίᾳ [a]ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. κατηργήθητε [b]ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.

Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [c]τῇ ἀληθείᾳ μὴ πείθεσθαι; ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις [d]ἐὰν ᾖ. 11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:1 ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν WH Treg NIV] οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:4 ἀπὸ WH Treg NIV] + τοῦ RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:7 τῇ NIV RP] – WH Treg
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:10 ἐὰν WH Treg NIV] ἂν RP

τη ελευθερια ουν η χριστος ημας ηλευθερωσεν στηκετε και μη παλιν ζυγω δουλειας ενεχεσθε

ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει

μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι

κατηργηθητε απο του χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσατε

ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα

εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη

ετρεχετε καλως τις υμας ανεκοψεν τη αληθεια μη πειθεσθαι

η πεισμονη ουκ εκ του καλουντος υμας

μικρα ζυμη ολον το φυραμα ζυμοι

10 εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις αν η

11 εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου

Read full chapter