Font Size
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:21-24
SBL Greek New Testament
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:21-24
SBL Greek New Testament
21 Ἵνα δὲ [a]εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα [b]γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. 24 ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν [c]ἀφθαρσίᾳ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:21 εἰδῆτε καὶ ὑμεῖς WH NIV RP ] καὶ ὑμεῖς εἰδῆτε Treg
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:21 γνωρίσει ὑμῖν WH Treg NIV ] ὑμῖν γνωρίσει RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:24 ἀφθαρσίᾳ WH Treg NIV ] + Ἀμήν RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software