Add parallel Print Page Options

25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω [a]ἐπὶ παροργισμῷ ὑμῶν, 27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος [b]ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. 32 [c]γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο [d]ὑμῖν. γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν [e]ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ [f]ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:26 ἐπὶ WH Treg ] + τῷ NIV RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:28 ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν Treg NIV ] ταῖς χερσὶν τὸ ἀγαθόν WH; τὸ ἀγαθόν ταῖς χερσὶν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:32 γίνεσθε Holmes WHmarg ] + δὲ WH Treg NIV RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:32 ὑμῖν WH Treg NIV ] ἡμῖν RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 ἡμᾶς RP NIV ] ὑμᾶς WH Treg
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 ἡμῶν RP NIV Treg ] ὑμῶν WH

35 [a]Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς [b]ἐμὲ οὐ μὴ [c]διψήσει πώποτε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 Εἶπεν WH Treg NA ] + οὖν NIV; + δὲ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 ἐμὲ WH Treg NIV ] με RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 διψήσει WH Treg NIV ] διψήσῃ RP

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· [a]Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς [b]νῦν [c]λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 [d]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός [e]με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· [f]πᾶς ὁ [g]ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς [h]ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα [i]ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ [j]πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον [k]ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου [l]ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού [m]ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 νῦν WH Treg NIV ] οὖν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 λέγει WH Treg NIV ] + οὗτος RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:43 ἀπεκρίθη WH Treg NIV ] + οὖν ὁ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44 με WH Treg NIV ] ἐμέ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 πᾶς WH Treg NIV ] + οὖν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἀκούσας WH Treg NIV ] ἀκούων RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἐμέ WH Treg NIV ] με RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:46 ἑώρακέν τις WH Treg NIV ] τις ἑώρακεν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ζήσει WH NIV ] ζήσεται Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP