Add parallel Print Page Options

Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.

Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.

Οἱ δοῦλοι, ὑπακούετε τοῖς [a]κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς [b]δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι [c]ἕκαστος, ὃ ἂν ποιήσῃ ἀγαθόν, τοῦτο [d]κομίσεται [e]παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.

Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ [f]αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:5 κατὰ σάρκα κυρίοις WH Treg NIV ] κυρίοις κατὰ σάρκα RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:6 δοῦλοι WH Treg NIV ] + τοῦ RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 ἕκαστος ὃ ἂν Treg ] ἕκαστος ἐάν τι WH NIV; ὃ ἐάν τι ἕκαστος RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 κομίσεται WH Treg NIV ] κομιεῖται RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 παρὰ WH Treg NIV ] + τοῦ RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:9 αὐτῶν καὶ ὑμῶν WH Treg NIV ] ὑμῶν αὐτῶν RP

τα τεκνα υπακουετε τοις γονευσιν υμων εν κυριω τουτο γαρ εστιν δικαιον

τιμα τον πατερα σου και την μητερα ητις εστιν εντολη πρωτη εν επαγγελια

ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης

και οι πατερες μη παροργιζετε τα τεκνα υμων αλλ εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου

οι δουλοι υπακουετε τοις κυριοις κατα σαρκα μετα φοβου και τρομου εν απλοτητι της καρδιας υμων ως τω χριστω

μη κατ οφθαλμοδουλειαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι του χριστου ποιουντες το θελημα του θεου εκ ψυχης

μετ ευνοιας δουλευοντες τω κυριω και ουκ ανθρωποις

ειδοτες οτι ο εαν τι εκαστος ποιηση αγαθον τουτο κομιειται παρα του κυριου ειτε δουλος ειτε ελευθερος

και οι κυριοι τα αυτα ποιειτε προς αυτους ανιεντες την απειλην ειδοτες οτι και υμων αυτων ο κυριος εστιν εν ουρανοις και προσωποληψια ουκ εστιν παρ αυτω

Read full chapter