Add parallel Print Page Options

22 Αἱ γυναῖκες τοῖς ἰδίοις [a]ἀνδράσιν ὡς τῷ κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, [b]αὐτὸς σωτὴρ τοῦ σώματος. 24 ἀλλὰ [c]ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες [d]τοῖς ἀνδράσιν ἐν παντί.

25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς [e]γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ [f]αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν [g]καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ [h]Χριστὸς τὴν ἐκκλησίαν, 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος [i]αὐτοῦ. 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος [j]τὸν [k]πατέρα καὶ [l]τὴν μητέρα καὶ προσκολληθήσεται [m]τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 ὡς WH Treg NIV ] ὡσπερ RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:28 καὶ WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:29 Χριστὸς WH Treg NIV ] κύριος RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὸν WH NIV RP ] – Treg
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 πατέρα WH Treg NIV ] + αὐτοῦ RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὴν WH NIV RP ] – Treg
  13. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP

22 αι γυναικες τοις ιδιοις ανδρασιν υποτασσεσθε ως τω κυριω

23 οτι ο ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας και αυτος εστιν σωτηρ του σωματος

24 αλλ ωσπερ η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ιδιοις ανδρασιν εν παντι

25 οι ανδρες αγαπατε τας γυναικας εαυτων καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης

26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι

27 ινα παραστηση αυτην εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος

28 ουτως οφειλουσιν οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα

29 ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθως και ο κυριος την εκκλησιαν

30 οτι μελη εσμεν του σωματος αυτου εκ της σαρκος αυτου και εκ των οστεων αυτου

31 αντι τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν

Read full chapter