Add parallel Print Page Options

γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν [a]ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ [b]ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

Πορνεία δὲ καὶ [c]ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, [d]ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. τοῦτο γὰρ [e]ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, [f]ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.

Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ὁ γὰρ καρπὸς τοῦ [g]φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

15 Βλέπετε οὖν [h]ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ [i]συνίετε τί τὸ θέλημα τοῦ κυρίου·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 ἡμᾶς RP NIV ] ὑμᾶς WH Treg
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 ἡμῶν RP NIV Treg ] ὑμῶν WH
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:3 ἀκαθαρσία πᾶσα WH Treg NIV ] πᾶσα ἀκαθαρσία RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:4 ἃ οὐκ ἀνῆκεν WH Treg NIV ] τὰ οὐκ ἀνήκοντα RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:5 ἴστε WH Treg NIV ] ἔστε RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:5 WH Treg NIV ] ὅς RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:9 φωτὸς WH Treg NIV ] πνεύματος RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:17 συνίετε WH Treg NIV ] συνιέντες RP

γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα

και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας

πορνεια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις

και αισχροτης και μωρολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια

τουτο γαρ εστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ος εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου

μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας

μη ουν γινεσθε συμμετοχοι αυτων

ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε

ο γαρ καρπος του πνευματος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια

10 δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω

11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε

12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν

13 τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν

14 διο λεγει εγειραι ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος

15 βλεπετε ουν πως ακριβως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι

16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν

17 δια τουτο μη γινεσθε αφρονες αλλα συνιεντες τι το θελημα του κυριου

Read full chapter