Add parallel Print Page Options

31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. 32 [a]γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο [b]ὑμῖν. γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν [c]ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ [d]ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:32 γίνεσθε Holmes WHmarg ] + δὲ WH Treg NIV RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:32 ὑμῖν WH Treg NIV ] ἡμῖν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 ἡμᾶς RP NIV ] ὑμᾶς WH Treg
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 ἡμῶν RP NIV Treg ] ὑμῶν WH

31 πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια

32 γινεσθε δε εις αλληλους χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο υμιν

γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα

και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας