Add parallel Print Page Options

19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ [a]ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ [b]Χριστοῦ Ἰησοῦ, 21 ἐν ᾧ [c]πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:19 ἐστὲ WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:20 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:21 πᾶσα WH Treg RP NA ] + ἡ NIV

19 αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα συμπολιται των αγιων και οικειοι του θεου

20 εποικοδομηθεντες επι τω θεμελιω των αποστολων και προφητων οντος ακρογωνιαιου αυτου ιησου χριστου

21 εν ω πασα η οικοδομη συναρμολογουμενη αυξει εις ναον αγιον εν κυριω

22 εν ω και υμεις συνοικοδομεισθε εις κατοικητηριον του θεου εν πνευματι

Read full chapter