ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:1-9
SBL Greek New Testament
6 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον· 2 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
4 Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς [a]κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, 6 μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς [b]δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς 7 μετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 8 εἰδότες ὅτι [c]ἕκαστος, ὃ ἂν ποιήσῃ ἀγαθόν, τοῦτο [d]κομίσεται [e]παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ [f]αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:5 κατὰ σάρκα κυρίοις WH Treg NIV ] κυρίοις κατὰ σάρκα RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:6 δοῦλοι WH Treg NIV ] + τοῦ RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 ἕκαστος ὃ ἂν Treg ] ἕκαστος ἐάν τι WH NIV; ὃ ἐάν τι ἕκαστος RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 κομίσεται WH Treg NIV ] κομιεῖται RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 παρὰ WH Treg NIV ] + τοῦ RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:9 αὐτῶν καὶ ὑμῶν WH Treg NIV ] ὑμῶν αὐτῶν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software