Add parallel Print Page Options

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ [a]κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, [b]ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος. 15 καὶ ἡ εἰρήνη τοῦ [c]Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς [d]ψαλμοῖς, [e]ὕμνοις, ᾠδαῖς πνευματικαῖς [f]ἐν χάριτι, ᾄδοντες ἐν [g]ταῖς καρδίαις ὑμῶν τῷ [h]θεῷ· 17 καὶ πᾶν [i]ὅ τι [j]ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ [k]θεῷ πατρὶ δι’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:13 κύριος WH Treg NIV ] Χριστὸς RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:14 WH Treg NIV ] ἥτις RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:15 Χριστοῦ WH Treg NIV ] θεοῦ RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ψαλμοῖς WH Treg NIV ] + καὶ RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ὕμνοις WH Treg NIV ] + καὶ RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ἐν WH RP ] + τῇ Treg NIV
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ταῖς καρδίαις WH Treg NIV ] τῇ καρδίᾳ RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 θεῷ WH Treg NIV ] κυρίῳ RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ὅ τι Treg NIV RP ] ὅτι WH
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ἐὰν WH Treg NIV ] ἂν RP
  11. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 θεῷ WH Treg NIV ] + καὶ RP