Font Size
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:1-6
SBL Greek New Testament
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:1-6
SBL Greek New Testament
3 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· 2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, 3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· 4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ [a]ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 Νεκρώσατε οὖν τὰ [b]μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ [c]ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:4 ὑμῶν Treg NIV ] ἡμῶν WH RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:5 μέλη WH Treg NA ] + ὑμῶν NIV RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:6 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA ] – WH Treg NIV
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software