ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:1-8
SBL Greek New Testament
2 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω [a]ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, 2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, [b]συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς [c]πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ [d]θεοῦ, Χριστοῦ, 3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας [e]καὶ γνώσεως ἀπόκρυφοι. 4 [f]τοῦτο λέγω ἵνα [g]μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. 5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ [h]βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, [i]περισσεύοντες ἐν εὐχαριστίᾳ.
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:1 ὑπὲρ WH Treg NIV ] περὶ RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:2 συμβιβασθέντες WH Treg NIV ] συμβιβασθέντων RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:2 πᾶν πλοῦτος WH NIV ] πᾶν τὸ πλοῦτος Treg; πάντα πλοῦτον RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:2 θεοῦ WH Treg NIV ] + καὶ πατρὸς καὶ τοῦ RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:3 καὶ WH Treg NIV ] + τῆς RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:4 τοῦτο WH NIV ] + δὲ Treg RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:4 μηδεὶς WH Treg NIV ] μή τις RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:7 βεβαιούμενοι WH Treg NIV ] + ἐν RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:7 περισσεύοντες Treg NIV ] + ἐν αὐτῇ WH RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software