Add parallel Print Page Options

ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.

Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα [a]γνῶτε τὰ περὶ [b]ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:8 γνῶτε WH Treg NIV ] γνῷ RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:8 ἡμῶν WH Treg NIV ] ὑμῶν RP

ινα φανερωσω αυτο ως δει με λαλησαι

εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι

ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι

τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω

ον επεμψα προς υμας εις αυτο τουτο ινα γνω τα περι υμων και παρακαλεση τας καρδιας υμων

συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωριουσιν τα ωδε

Read full chapter