Add parallel Print Page Options

15 καὶ ἡ εἰρήνη τοῦ [a]Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς [b]ψαλμοῖς, [c]ὕμνοις, ᾠδαῖς πνευματικαῖς [d]ἐν χάριτι, ᾄδοντες ἐν [e]ταῖς καρδίαις ὑμῶν τῷ [f]θεῷ· 17 καὶ πᾶν [g]ὅ τι [h]ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ [i]θεῷ πατρὶ δι’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:15 Χριστοῦ WH Treg NIV ] θεοῦ RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ψαλμοῖς WH Treg NIV ] + καὶ RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ὕμνοις WH Treg NIV ] + καὶ RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ἐν WH RP ] + τῇ Treg NIV
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ταῖς καρδίαις WH Treg NIV ] τῇ καρδίᾳ RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 θεῷ WH Treg NIV ] κυρίῳ RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ὅ τι Treg NIV RP ] ὅτι WH
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ἐὰν WH Treg NIV ] ἂν RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 θεῷ WH Treg NIV ] + καὶ RP

15 και η ειρηνη του θεου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε

16 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις και υμνοις και ωδαις πνευματικαις εν χαριτι αδοντες εν τη καρδια υμων τω κυριω

17 και παν ο τι αν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω και πατρι δι αυτου

Read full chapter