Add parallel Print Page Options

Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ [a]βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, [b]περισσεύοντες ἐν εὐχαριστίᾳ.

Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ [c]σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ [d]βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν [e]ἐκ νεκρῶν·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:7 βεβαιούμενοι WH Treg NIV ] + ἐν RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:7 περισσεύοντες Treg NIV ] + ἐν αὐτῇ WH RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:11 σώματος WH Treg NIV ] + τῶν ἁμαρτιῶν RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:12 βαπτισμῷ Treg NIV ] βαπτίσματι WH RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:12 ἐκ WH Treg NIV ] + τῶν RP

ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε

ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι εν τη πιστει καθως εδιδαχθητε περισσευοντες εν αυτη εν ευχαριστια

βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον

οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως

10 και εστε εν αυτω πεπληρωμενοι ος εστιν η κεφαλη πασης αρχης και εξουσιας

11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος των αμαρτιων της σαρκος εν τη περιτομη του χριστου

12 συνταφεντες αυτω εν τω βαπτισματι εν ω και συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ των νεκρων

Read full chapter