Add parallel Print Page Options

Παῦλος ἀπόστολος [a]Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τοῖς ἐν [b]Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [c]ἡμῶν.

Εὐχαριστοῦμεν τῷ [d]θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε [e]περὶ ὑμῶν προσευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην [f]ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ [g]κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· [h]καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ [i]ἡμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.

Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 [j]περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι [k]τῇ ἐπιγνώσει τοῦ θεοῦ, 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι [l]ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ [m]πάντα ἐν τοῖς οὐρανοῖς [n]καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς [o]ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [p][δι’ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ [q]ἐν τοῖς οὐρανοῖς·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:2 Κολοσσαῖς WH NIV ] Κολασσαῖς Treg RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:2 ἡμῶν WH Treg NIV ] + καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:3 θεῷ WH NIV ] + καὶ Treg RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:3 περὶ WH NIV RP ] ὑπὲρ Treg
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:4 ἣν ἔχετε WH Treg NIV ] τὴν RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:6 κόσμῳ WH Treg NIV ] + καὶ RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:7 καθὼς WH Treg NIV ] + καὶ RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:7 ἡμῶν WH Treg NIV ] ὑμῶν RP NA
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:10 περιπατῆσαι WH Treg NIV ] + ὑμᾶς RP
  11. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:10 τῇ ἐπιγνώσει WH Treg NIV ] εἰς τὴν ἐπίγνωσιν RP
  12. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:12 ὑμᾶς WH NIV ] ἡμᾶς Treg RP
  13. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 πάντα WH Treg NIV ] + τὰ RP
  14. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 καὶ WH NIV ] + τὰ Treg RP
  15. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:18 ἐστιν Treg NIV RP ] + ἡ WH
  16. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 δι’ αὐτοῦ WH RP NA ] – Treg NIV
  17. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 ἐν WH Treg NIV ] ἐπὶ RP

παυλος αποστολος ιησου χριστου δια θεληματος θεου και τιμοθεος ο αδελφος

τοις εν κολασσαις αγιοις και πιστοις αδελφοις εν χριστω χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

ευχαριστουμεν τω θεω και πατρι του κυριου ημων ιησου χριστου παντοτε περι υμων προσευχομενοι

ακουσαντες την πιστιν υμων εν χριστω ιησου και την αγαπην την εις παντας τους αγιους

δια την ελπιδα την αποκειμενην υμιν εν τοις ουρανοις ην προηκουσατε εν τω λογω της αληθειας του ευαγγελιου

του παροντος εις υμας καθως και εν παντι τω κοσμω και εστιν καρποφορουμενον καθως και εν υμιν αφ ης ημερας ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθεια

καθως και εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων ος εστιν πιστος υπερ υμων διακονος του χριστου

ο και δηλωσας ημιν την υμων αγαπην εν πνευματι

δια τουτο και ημεις αφ ης ημερας ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματος αυτου εν παση σοφια και συνεσει πνευματικη

10 περιπατησαι υμας αξιως του κυριου εις πασαν αρεσκειαν εν παντι εργω αγαθω καρποφορουντες και αυξανομενοι εις την επιγνωσιν του θεου

11 εν παση δυναμει δυναμουμενοι κατα το κρατος της δοξης αυτου εις πασαν υπομονην και μακροθυμιαν μετα χαρας

12 ευχαριστουντες τω πατρι τω ικανωσαντι ημας εις την μεριδα του κληρου των αγιων εν τω φωτι

13 ος ερρυσατο ημας εκ της εξουσιας του σκοτους και μετεστησεν εις την βασιλειαν του υιου της αγαπης αυτου

14 εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των αμαρτιων

15 ος εστιν εικων του θεου του αορατου πρωτοτοκος πασης κτισεως

16 οτι εν αυτω εκτισθη τα παντα τα εν τοις ουρανοις και τα επι της γης τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητες ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εις αυτον εκτισται

17 και αυτος εστιν προ παντων και τα παντα εν αυτω συνεστηκεν

18 και αυτος εστιν η κεφαλη του σωματος της εκκλησιας ος εστιν αρχη πρωτοτοκος εκ των νεκρων ινα γενηται εν πασιν αυτος πρωτευων

19 οτι εν αυτω ευδοκησεν παν το πληρωμα κατοικησαι

20 και δι αυτου αποκαταλλαξαι τα παντα εις αυτον ειρηνοποιησας δια του αιματος του σταυρου αυτου δι αυτου ειτε τα επι της γης ειτε τα εν τοις ουρανοις

Read full chapter