Add parallel Print Page Options

24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— [a]νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, 27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, [b]ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· 28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν [c]Χριστῷ· 29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω [d]ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, [e]συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς [f]πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ [g]θεοῦ, Χριστοῦ, ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας [h]καὶ γνώσεως ἀπόκρυφοι. [i]τοῦτο λέγω ἵνα [j]μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:26 νῦν WH Treg NIV ] νυνὶ RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:27 WH Treg NIV ] ὅς RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:28 Χριστῷ WH Treg NIV ] + Ἰησοῦ RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:1 ὑπὲρ WH Treg NIV ] περὶ RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:2 συμβιβασθέντες WH Treg NIV ] συμβιβασθέντων RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:2 πᾶν πλοῦτος WH NIV ] πᾶν τὸ πλοῦτος Treg; πάντα πλοῦτον RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:2 θεοῦ WH Treg NIV ] + καὶ πατρὸς καὶ τοῦ RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:3 καὶ WH Treg NIV ] + τῆς RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:4 τοῦτο WH NIV ] + δὲ Treg RP
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:4 μηδεὶς WH Treg NIV ] μή τις RP