Add parallel Print Page Options

10 Ἀνὴρ δέ [a]τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, [b]ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ [c]περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον [d]ἔμπροσθεν τοῦ θεοῦ· καὶ νῦν πέμψον [e]ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά [f]τινα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν [g]αὐτῷ, φωνήσας δύο τῶν [h]οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ καὶ ἐξηγησάμενος [i]ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.

Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ [j]αὐτῶν [k]ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις,

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:1 τις WH Treg NIV ] + ἦν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:2 ποιῶν WH Treg NIV ] + τε RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:3 περὶ WH Treg NIV ] – RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:4 ἔμπροσθεν WH Treg NIV ] ἐνώπιον RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:5 ἄνδρας εἰς Ἰόππην WH Treg NIV ] εἰς Ἰόππην ἄνδρας RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:5 τινα ὃς ἐπικαλεῖται Πέτρος WH Treg NIV ] τὸν ἐπικαλούμενον Πέτρον RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:7 αὐτῷ WH Treg NIV ] τῷ Κορνηλίῳ RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:7 οἰκετῶν WH Treg NIV ] + αὐτοῦ RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:8 ἅπαντα αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἅπαντα RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:10 αὐτῶν WH Treg NIV ] ἐκείνων RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:10 ἐγένετο WH Treg NIV ] ἐπέπεσεν RP