The Conversion of Saul

But Saul, (A)still (B)breathing threats and murder against the disciples of the Lord, went to (C)the high priest and asked him for letters (D)to the synagogues at Damascus, so that if he found any belonging to (E)the Way, men or women, he might bring them bound to Jerusalem. (F)Now as he went on his way, he approached Damascus, and suddenly a light from heaven shone around him. And falling to the ground, he heard a voice saying to him, “Saul, Saul, why are you persecuting (G)me?” And he said, “Who are you, Lord?” And he said, “I am Jesus, (H)whom you are persecuting. But (I)rise and enter the city, and you will be told (J)what you are to do.” (K)The men who were traveling with him stood speechless, (L)hearing the voice but seeing no one.

Read full chapter

Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, [a]ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς [b]ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ [c]δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι [d]ὅ τί σε δεῖ ποιεῖν. οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:3 ἐξαίφνης τε αὐτὸν περιήστραψεν WH Treg NIV ] καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:3 ἐκ WH Treg NIV ] ἀπὸ RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:5 δέ WH Treg NIV ] + κύριος εἶπεν RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:6 ὅ τί Treg NIV ] ὅτι WH; τί RP