Add parallel Print Page Options

14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς [a]αὐτοὺς Πέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 [b]οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ [c]κυρίου Ἰησοῦ. 17 τότε [d]ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. 18 [e]ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ [f]πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα [g]ἔναντι τοῦ θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ [h]κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:14 αὐτοὺς WH Treg NIV ] + τὸν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:16 οὐδέπω WH Treg NIV ] οὔπω RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:16 κυρίου WH Treg NIV ] χριστοῦ RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:17 ἐπετίθεσαν WH Treg NIV ] ἐπετίθουν RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:18 ἰδὼν WH Treg NIV ] Θεασάμενος RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:18 πνεῦμα WH NIV ] + τὸ ἅγιον Treg RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:21 ἔναντι WH Treg NIV ] ἐνώπιον RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 8:22 κυρίου WH Treg NIV ] θεοῦ RP

14 ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους τον πετρον και ιωαννην

15 οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον

16 ουπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου

17 τοτε επετιθουν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον

18 θεασαμενος δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα το αγιον προσηνεγκεν αυτοις χρηματα

19 λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω αν επιθω τας χειρας λαμβανη πνευμα αγιον

20 πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι

21 ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια ενωπιον του θεου

22 μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του θεου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου

23 εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα

24 αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε

Read full chapter