Add parallel Print Page Options

36 Μετὰ δέ τινας ἡμέρας εἶπεν [a]πρὸς Βαρναβᾶν Παῦλος· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς [b]ἀδελφοὺς κατὰ [c]πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. 37 Βαρναβᾶς δὲ [d]ἐβούλετο συμπαραλαβεῖν [e]καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ [f]συμπαραλαμβάνειν τοῦτον. 39 ἐγένετο [g]δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, 40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ [h]κυρίου ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ [i]τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

16 Κατήντησεν δὲ [j]καὶ εἰς Δέρβην καὶ [k]εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς [l]γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες [m]ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. ὡς δὲ διεπορεύοντο τὰς πόλεις, [n]παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων [o]καὶ πρεσβυτέρων τῶν ἐν [p]Ἱεροσολύμοις. αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:36 πρὸς Βαρναβᾶν Παῦλος WH Treg NIV ] Παῦλος πρὸς Βαρναβᾶν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:36 ἀδελφοὺς WH Treg NIV ] + ἡμῶν RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:36 πόλιν πᾶσαν WH Treg NIV ] πᾶσαν πόλιν RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:37 ἐβούλετο WH Treg NIV ] ἐβουλεύσατο RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:37 καὶ WH Treg NIV ] – RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:38 συμπαραλαμβάνειν WH Treg NIV ] συμπαραλαβεῖν RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:39 δὲ WH Treg NIV ] οὖν RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:40 κυρίου WH Treg NIV ] θεοῦ RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 15:41 τὴν WH NIV ] – Treg RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:1 καὶ WH Treg NIV ] – RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:1 εἰς WH Treg NIV ] – RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:1 γυναικὸς WH Treg NIV ] + τινος RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:3 ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ WH Treg NIV ] τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:4 παρεδίδοσαν WH Treg NIV ] παρεδίδουν RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:4 καὶ WH Treg NIV ] + τῶν RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:4 Ἱεροσολύμοις WH Treg NIV ] Ἱερουσαλήμ RP