Add parallel Print Page Options

10 Ἀνὴρ δέ [a]τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, [b]ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ [c]περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον [d]ἔμπροσθεν τοῦ θεοῦ· καὶ νῦν πέμψον [e]ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά [f]τινα ὃς ἐπικαλεῖται Πέτρος·

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:1 τις WH Treg NIV ] + ἦν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:2 ποιῶν WH Treg NIV ] + τε RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:3 περὶ WH Treg NIV ] – RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:4 ἔμπροσθεν WH Treg NIV ] ἐνώπιον RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:5 ἄνδρας εἰς Ἰόππην WH Treg NIV ] εἰς Ἰόππην ἄνδρας RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:5 τινα ὃς ἐπικαλεῖται Πέτρος WH Treg NIV ] τὸν ἐπικαλούμενον Πέτρον RP

10 ανηρ δε τις ην εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης

ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων τε ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου διαπαντος

ειδεν εν οραματι φανερως ωσει ωραν εννατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε

ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον ενωπιον του θεου

και νυν πεμψον εις ιοππην ανδρας και μεταπεμψαι σιμωνα ος επικαλειται πετρος

Read full chapter