Add parallel Print Page Options

11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ [a]οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.

13 Πολλὰ εἶχον [b]γράψαι σοι, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι [c]γράφειν· 14 ἐλπίζω δὲ εὐθέως [d]σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.

15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Γ΄ 1:12 οἶδας WH Treg NIV ] οἴδατε RP
  2. ΙΩΑΝΝΟΥ Γ΄ 1:13 γράψαι σοι WH Treg NIV ] γράφειν RP
  3. ΙΩΑΝΝΟΥ Γ΄ 1:13 γράφειν WH Treg NIV ] γράψαι RP
  4. ΙΩΑΝΝΟΥ Γ΄ 1:14 σε ἰδεῖν WH Treg NIV ] ἰδεῖν σε RP