Add parallel Print Page Options

10 Σὺ δὲ [a]παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες [b]ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ [c]τίνων ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους [d]ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς [e]ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

[f]Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ [g]Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, [h]καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς [i]ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς [j]ἀναλύσεώς μου ἐφέστηκεν. τὸν [k]καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:10 παρηκολούθησάς WH Treg NIV ] παρηκολούθηκάς RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:12 ζῆν εὐσεβῶς WH Treg ] εὐσεβῶς ζῆν NIV RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:14 τίνων WH Treg NIV ] τίνος RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:15 ἱερὰ WH ] τὰ ἱερὰ Treg NIV RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:16 ἐλεγμόν WH Treg NIV ] ἔλεγχον RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 Διαμαρτύρομαι WH Treg NIV ] + οὖν ἐγὼ RP
  7. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP
  8. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 καὶ WH Treg NIV ] κατὰ RP
  9. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:3 ἰδίας ἐπιθυμίας WH Treg NIV ] ἐπιθυμίας τὰς ἰδίας RP
  10. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:6 ἀναλύσεώς μου WH Treg NIV ] ἐμῆς ἀναλύσεως RP
  11. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:7 καλὸν ἀγῶνα WH Treg NIV ] ἀγῶνα τὸν καλὸν RP