Font Size
ΠΕΤΡΟΥ Β΄ 2:5-9
SBL Greek New Testament
ΠΕΤΡΟΥ Β΄ 2:5-9
SBL Greek New Testament
5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [a]καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων [b]ἀσεβέσιν τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— 8 βλέμματι γὰρ καὶ ἀκοῇ [c]ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— 9 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
Read full chapterFootnotes
- ΠΕΤΡΟΥ Β΄ 2:6 καταστροφῇ Treg RP NA] – WH NIV
- ΠΕΤΡΟΥ Β΄ 2:6 ἀσεβέσιν WH NIV] ἀσεβεῖν Treg RP
- ΠΕΤΡΟΥ Β΄ 2:8 ὁ Treg NIV RP] – WH
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software