Add parallel Print Page Options

16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης· [a]Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν, εἰς ὃν ἐγὼ εὐδόκησα— 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ [b]ἁγίῳ ὄρει. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· 20 τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται, 21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη [c]προφητεία ποτέ, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν [d]ἀπὸ θεοῦ ἄνθρωποι.

Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ [e]νυστάζει.

Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ [f]σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [g]καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων [h]ἀσεβέσιν τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ [i]ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.

Τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ [j]αὐτῶν βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα [k]γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν [l]καὶ φθαρήσονται, 13 [m]ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς [n]ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ [o]ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 [p]καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ [q]Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 1:17 Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν WH NIV] οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός Treg RP
  2. ΠΕΤΡΟΥ Β΄ 1:18 ἁγίῳ ὄρει WH Treg NIV] ὄρει τῷ ἁγίῳ RP
  3. ΠΕΤΡΟΥ Β΄ 1:21 προφητεία ποτέ WH Treg NIV] ποτὲ προφητεία RP
  4. ΠΕΤΡΟΥ Β΄ 1:21 ἀπὸ WH NIV] ἅγιοι Treg RP
  5. ΠΕΤΡΟΥ Β΄ 2:3 νυστάζει WH Treg NIV] νυστάξει RP
  6. ΠΕΤΡΟΥ Β΄ 2:4 σειραῖς RP NA] σιροις WH Treg NIV
  7. ΠΕΤΡΟΥ Β΄ 2:6 καταστροφῇ Treg RP NA] – WH NIV
  8. ΠΕΤΡΟΥ Β΄ 2:6 ἀσεβέσιν WH NIV] ἀσεβεῖν Treg RP
  9. ΠΕΤΡΟΥ Β΄ 2:8 Treg NIV RP] – WH
  10. ΠΕΤΡΟΥ Β΄ 2:11 αὐτῶν Holmes WHmarg] + παρὰ κυρίῳ WH Treg RP; + παρὰ κυρίου NIV
  11. ΠΕΤΡΟΥ Β΄ 2:12 γεγεννημένα φυσικὰ WH Treg NIV] φυσικὰ γεγενημένα RP
  12. ΠΕΤΡΟΥ Β΄ 2:12 καὶ φθαρήσονται WH Treg NIV] καταφθαρήσονται RP
  13. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀδικούμενοι WH NIV] κομιούμενοι Treg RP
  14. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀπάταις WH NIV RP] ἀγάπαις Treg
  15. ΠΕΤΡΟΥ Β΄ 2:14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
  16. ΠΕΤΡΟΥ Β΄ 2:15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV
  17. ΠΕΤΡΟΥ Β΄ 2:15 Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV