Add parallel Print Page Options

πᾶς ὁ [a]προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ [b]διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 [c]λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω [d]γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ [e]ὑμῶν [f]πεπληρωμένη ᾖ. 13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς [g]ἐκλεκτῆς.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Β΄ 1:9 προάγων WH Treg NIV ] παραβαίνων RP
  2. ΙΩΑΝΝΟΥ Β΄ 1:9 διδαχῇ WH Treg NIV ] + τοῦ Χριστοῦ RP
  3. ΙΩΑΝΝΟΥ Β΄ 1:11 λέγων γὰρ WH Treg NIV ] γὰρ λέγων RP
  4. ΙΩΑΝΝΟΥ Β΄ 1:12 γενέσθαι WH Treg NIV ] ἐλθεῖν RP
  5. ΙΩΑΝΝΟΥ Β΄ 1:12 ὑμῶν WH Treg ] ἡμῶν NIV RP
  6. ΙΩΑΝΝΟΥ Β΄ 1:12 πεπληρωμένη ᾖ WH NIV ] ᾖ πεπληρωμένη Treg RP
  7. ΙΩΑΝΝΟΥ Β΄ 1:13 ἐκλεκτῆς WH Treg NIV ] + Ἀμήν RP