ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:6-15
SBL Greek New Testament
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς [a]προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. 8 [b]δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· 9 (καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· 10 ὁ δὲ ἐπιχορηγῶν [c]σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν [d]χορηγήσει καὶ [e]πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ [f]αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·) 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— 12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν. 15 [g]χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:7 προῄρηται WH Treg NIV ] προαιρεῖται RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:8 δυνατεῖ WH Treg NIV ] Δυνατὸς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 σπόρον Treg NIV ] σπέρμα WH RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 χορηγήσει WH Treg NIV ] χορηγήσαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 πληθυνεῖ WH Treg NIV ] πληθύναι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 αὐξήσει WH Treg NIV ] αὐξήσαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:15 χάρις WH Treg NIV ] + δὲ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software