Add parallel Print Page Options

15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην [a]πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν [b]χάριν [c]σχῆτε, 16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν [d]βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; 18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ [e]ἔστιν Ναὶ καὶ Οὔ. 19 [f]τοῦ θεοῦ γὰρ υἱὸς [g]Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· [h]διὸ καὶ [i]δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 πρότερον πρὸς ὑμᾶς ἐλθεῖν WH Treg NIV ] ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 χάριν Treg NIV RP ] χαρὰν WH
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 σχῆτε WH Treg NIV ] ἔχῆτε RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:17 βουλόμενος WH Treg NIV ] βουλευόμενος RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:18 ἔστιν WH Treg NIV ] ἐγένετο RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 τοῦ θεοῦ γὰρ WH Treg NIV ] γὰρ τοῦ θεοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 Ἰησοῦς Χριστὸς Treg NIV RP ] Χριστὸς Ἰησοῦς WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 διὸ WH Treg NIV ] – RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 δι᾽ αὐτοῦ WH Treg NIV ] ἐν αὐτῷ RP