Add parallel Print Page Options

Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς [a]ἀναλύσεώς μου ἐφέστηκεν. τὸν [b]καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με [c]ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν, 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν [d]ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— [e]ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ— 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ [f]ἀντέστη τοῖς ἡμετέροις λόγοις.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:6 ἀναλύσεώς μου WH Treg NIV ] ἐμῆς ἀναλύσεως RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:7 καλὸν ἀγῶνα WH Treg NIV ] ἀγῶνα τὸν καλὸν RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:10 ἐγκατέλιπεν Treg NIV RP ] ἐγκατέλειπεν WH
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:13 ἀπέλιπον Treg NIV RP ] ἀπέλειπον WH
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:14 ἀποδώσει WH Treg NIV ] ἀποδῴη RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:15 ἀντέστη WH Treg NIV ] ἀνθέστηκεν RP

εγω γαρ ηδη σπενδομαι και ο καιρος της εμης αναλυσεως εφεστηκεν

τον αγωνα τον καλον ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα

λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασιν τοις ηγαπηκοσιν την επιφανειαν αυτου

σπουδασον ελθειν προς με ταχεως

10 δημας γαρ με εγκατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν

11 λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν

12 τυχικον δε απεστειλα εις εφεσον

13 τον φαιλονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας

14 αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωη αυτω ο κυριος κατα τα εργα αυτου

15 ον και συ φυλασσου λιαν γαρ ανθεστηκεν τοις ημετεροις λογοις

Read full chapter