ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:1-7
SBL Greek New Testament
2 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 [a]συγκακοπάθησον ὡς καλὸς στρατιώτης [b]Χριστοῦ Ἰησοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ· 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει [c]ὃ λέγω· [d]δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:3 συγκακοπάθησον WH Treg NIV ] Σὺ οὖν κακοπάθησον RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:3 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ χριστοῦ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 ὃ WH Treg NIV ] ἃ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 δώσει WH Treg NIV ] δῴη RP
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:1-7
1550 Stephanus New Testament
2 συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου
2 και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι
3 συ ουν κακοπαθησον ως καλος στρατιωτης ιησου χριστου
4 ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση
5 εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση
6 τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν
7 νοει α λεγω δωη γαρ σοι ο κυριος συνεσιν εν πασιν
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software