Add parallel Print Page Options

Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ ὑπόμνησιν [a]λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. δι’ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.

Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν [b]Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ [c]διδάσκαλος. 12 δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 1:5 λαβὼν WH Treg NIV ] λαμβάνων RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 1:10 Ἰησοῦ Χριστοῦ RP ] Χριστοῦ Ἰησοῦ WH Treg NIV
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 1:11 διδάσκαλος WH NIV ] + ἐθνῶν Treg RP

χαριν εχω τω θεω ω λατρευω απο προγονων εν καθαρα συνειδησει ως αδιαλειπτον εχω την περι σου μνειαν εν ταις δεησεσιν μου νυκτος και ημερας

επιποθων σε ιδειν μεμνημενος σου των δακρυων ινα χαρας πληρωθω

υπομνησιν λαμβανων της εν σοι ανυποκριτου πιστεως ητις ενωκησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνεικη πεπεισμαι δε οτι και εν σοι

δι ην αιτιαν αναμιμνησκω σε αναζωπυρειν το χαρισμα του θεου ο εστιν εν σοι δια της επιθεσεως των χειρων μου

ου γαρ εδωκεν ημιν ο θεος πνευμα δειλιας αλλα δυναμεως και αγαπης και σωφρονισμου

μη ουν επαισχυνθης το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συγκακοπαθησον τω ευαγγελιω κατα δυναμιν θεου

του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων

10 φανερωθεισαν δε νυν δια της επιφανειας του σωτηρος ημων ιησου χριστου καταργησαντος μεν τον θανατον φωτισαντος δε ζωην και αφθαρσιαν δια του ευαγγελιου

11 εις ο ετεθην εγω κηρυξ και αποστολος και διδασκαλος εθνων

12 δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπεισμαι οτι δυνατος εστιν την παραθηκην μου φυλαξαι εις εκεινην την ημεραν

Read full chapter