ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:1-13
SBL Greek New Testament
2 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 [a]συγκακοπάθησον ὡς καλὸς στρατιώτης [b]Χριστοῦ Ἰησοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ· 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει [c]ὃ λέγω· [d]δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ [e]ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· [f]ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:3 συγκακοπάθησον WH Treg NIV ] Σὺ οὖν κακοπάθησον RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:3 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ χριστοῦ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 ὃ WH Treg NIV ] ἃ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 δώσει WH Treg NIV ] δῴη RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software