Add parallel Print Page Options

Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος, τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ [a]ἐσχάτων τῶν ἡμερῶν [b]ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως. λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ [c]αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.

Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνει [d]κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς [e]ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 ἥξει δὲ [f]ἡμέρα κυρίου ὡς [g]κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα [h]λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα [i]εὑρεθήσεται.

11 Τούτων [j]οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται· 13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.

14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 15 καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν [k]δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 3:3 ἐσχάτων WH Treg NIV] ἐσχάτου RP
  2. ΠΕΤΡΟΥ Β΄ 3:3 ἐν ἐμπαιγμονῇ WH Treg NIV] – RP
  3. ΠΕΤΡΟΥ Β΄ 3:7 αὐτῷ WH NIV] αὐτοῦ Treg RP
  4. ΠΕΤΡΟΥ Β΄ 3:9 κύριος WH Treg NIV] ὁ κύριος RP
  5. ΠΕΤΡΟΥ Β΄ 3:9 ὑμᾶς WH Treg NIV] ἡμᾶς RP
  6. ΠΕΤΡΟΥ Β΄ 3:10 ἡμέραWH Treg NIV] ἡ ἡμέρα RP
  7. ΠΕΤΡΟΥ Β΄ 3:10 κλέπτης WH Treg NIV] + ἐν νυκτί RP
  8. ΠΕΤΡΟΥ Β΄ 3:10 λυθήσεται WH Treg NIV] λυθήσονται RP
  9. ΠΕΤΡΟΥ Β΄ 3:10 εὑρεθήσεται WH Treg NIV] κατακαήσεται RP; οὐχ εὑρεθήσεται em ECM
  10. ΠΕΤΡΟΥ Β΄ 3:11 οὕτως WH NIV] οὖν Treg RP
  11. ΠΕΤΡΟΥ Β΄ 3:15 δοθεῖσαν αὐτῷ WH Treg NIV] αὐτῷ δοθεῖσαν RP

ταυτην ηδη αγαπητοι δευτεραν υμιν γραφω επιστολην εν αις διεγειρω υμων εν υπομνησει την ειλικρινη διανοιαν

μνησθηναι των προειρημενων ρηματων υπο των αγιων προφητων και της των αποστολων ημων εντολης του κυριου και σωτηρος

τουτο πρωτον γινωσκοντες οτι ελευσονται επ εσχατου των ημερων εμπαικται κατα τας ιδιας αυτων επιθυμιας πορευομενοι

και λεγοντες που εστιν η επαγγελια της παρουσιας αυτου αφ ης γαρ οι πατερες εκοιμηθησαν παντα ουτως διαμενει απ αρχης κτισεως

λανθανει γαρ αυτους τουτο θελοντας οτι ουρανοι ησαν εκπαλαι και γη εξ υδατος και δι υδατος συνεστωσα τω του θεου λογω

δι ων ο τοτε κοσμος υδατι κατακλυσθεις απωλετο

οι δε νυν ουρανοι και η γη αυτου λογω τεθησαυρισμενοι εισιν πυρι τηρουμενοι εις ημεραν κρισεως και απωλειας των ασεβων ανθρωπων

εν δε τουτο μη λανθανετω υμας αγαπητοι οτι μια ημερα παρα κυριω ως χιλια ετη και χιλια ετη ως ημερα μια

ου βραδυνει ο κυριος της επαγγελιας ως τινες βραδυτητα ηγουνται αλλα μακροθυμει εις ημας μη βουλομενος τινας απολεσθαι αλλα παντας εις μετανοιαν χωρησαι

10 ηξει δε η ημερα κυριου ως κλεπτης εν νυκτι εν η οι ουρανοι ροιζηδον παρελευσονται στοιχεια δε καυσουμενα λυθησονται και γη και τα εν αυτη εργα κατακαησεται

11 τουτων ουν παντων λυομενων ποταπους δει υπαρχειν υμας εν αγιαις αναστροφαις και ευσεβειαις

12 προσδοκωντας και σπευδοντας την παρουσιαν της του θεου ημερας δι ην ουρανοι πυρουμενοι λυθησονται και στοιχεια καυσουμενα τηκεται

13 καινους δε ουρανους και γην καινην κατα το επαγγελμα αυτου προσδοκωμεν εν οις δικαιοσυνη κατοικει

14 διο αγαπητοι ταυτα προσδοκωντες σπουδασατε ασπιλοι και αμωμητοι αυτω ευρεθηναι εν ειρηνη

15 και την του κυριου ημων μακροθυμιαν σωτηριαν ηγεισθε καθως και ο αγαπητος ημων αδελφος παυλος κατα την αυτω δοθεισαν σοφιαν εγραψεν υμιν

Read full chapter