Add parallel Print Page Options

12 οὗτοι δέ, ὡς ἄλογα ζῷα [a]γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν [b]καὶ φθαρήσονται, 13 [c]ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς [d]ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ [e]ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 [f]καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ [g]Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι [h]καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ [i]σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς [j]ὀλίγως [k]ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ [l]καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ [m]κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν [n]ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 [o]συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς [p]κυλισμὸν βορβόρου.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 2:12 γεγεννημένα φυσικὰ WH Treg NIV] φυσικὰ γεγενημένα RP
  2. ΠΕΤΡΟΥ Β΄ 2:12 καὶ φθαρήσονται WH Treg NIV] καταφθαρήσονται RP
  3. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀδικούμενοι WH NIV] κομιούμενοι Treg RP
  4. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀπάταις WH NIV RP] ἀγάπαις Treg
  5. ΠΕΤΡΟΥ Β΄ 2:14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
  6. ΠΕΤΡΟΥ Β΄ 2:15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV
  7. ΠΕΤΡΟΥ Β΄ 2:15 Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV
  8. ΠΕΤΡΟΥ Β΄ 2:17 καὶ ὁμίχλαι WH Treg NIV] νεφέλαι RP
  9. ΠΕΤΡΟΥ Β΄ 2:17 σκότους WH Treg NIV] + εἰς αἰῶνα RP
  10. ΠΕΤΡΟΥ Β΄ 2:18 ὀλίγως WH Treg NIV] ὄντως RP
  11. ΠΕΤΡΟΥ Β΄ 2:18 ἀποφεύγοντας WH Treg NIV] ἀποφυγόντας RP
  12. ΠΕΤΡΟΥ Β΄ 2:19 καὶ Treg RP] – WH NIV
  13. ΠΕΤΡΟΥ Β΄ 2:20 κυρίου WH Treg RP] + ἡμῶν NIV
  14. ΠΕΤΡΟΥ Β΄ 2:21 ὑποστρέψαι WH Treg NIV] ἐπιστρέψαι RP
  15. ΠΕΤΡΟΥ Β΄ 2:22 συμβέβηκεν WH Treg NIV] + δὲ RP
  16. ΠΕΤΡΟΥ Β΄ 2:22 κυλισμὸν WH Treg NIV] κύλισμα RP