Add parallel Print Page Options

Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ [a]παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν [b]καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη [c]ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Β΄ 1:3 παρὰ WH Treg NIV ] + κυρίου RP
  2. ΙΩΑΝΝΟΥ Β΄ 1:5 καινὴν γράφων σοι Treg NIV ] γράφων σοι καινὴν WH RP
  3. ΙΩΑΝΝΟΥ Β΄ 1:6 ἡ ἐντολή ἐστιν WH Treg NIV ] ἐστιν ἡ ἐντολή RP

ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν

δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα

εσται μεθ ημων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα κυριου ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη

εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος

και νυν ερωτω σε κυρια ουχ ως εντολην γραφω σοι καινην αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους

και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη εστιν η εντολη καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε

Read full chapter