Add parallel Print Page Options

11 Ὄφελον ἀνείχεσθέ μου μικρόν [a]τι [b]ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου. ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις [c]ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, [d]φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [e]καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν. εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς [f]ἀνέχεσθε. λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:1 τι WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:1 ἀφροσύνης WH Treg NIV ] τῇ ἀφροσύνῃ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 ἐξηπάτησεν Εὕαν WH Treg NIV ] Εὕαν ἐξηπάτησεν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 φθαρῇ WH Treg NIV ] οὕτως φθαρῇ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 καὶ τῆς ἁγνότητος WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:4 ἀνέχεσθε WH NIV ] ἠνείχεσθε RP; ἀνείχεσθε Treg

11 οφελον ανειχεσθε μου μικρον τη αφροσυνη αλλα και ανεχεσθε μου

ζηλω γαρ υμας θεου ζηλω ηρμοσαμην γαρ υμας ενι ανδρι παρθενον αγνην παραστησαι τω χριστω

φοβουμαι δε μηπως ως ο οφις ευαν εξηπατησεν εν τη πανουργια αυτου ουτως φθαρη τα νοηματα υμων απο της απλοτητος της εις τον χριστον

ει μεν γαρ ο ερχομενος αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε η ευαγγελιον ετερον ο ουκ εδεξασθε καλως ηνειχεσθε

λογιζομαι γαρ μηδεν υστερηκεναι των υπερ λιαν αποστολων

Read full chapter