Add parallel Print Page Options

Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, [a]ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς [b]γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν [c]ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ [d]ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ [e]ἡμῶν.

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν [f]ἁγιότητι καὶ εἰλικρινείᾳ [g]τοῦ θεοῦ, [h]οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ WH NIV RP ] περὶ Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 γενομένης WH Treg NIV ] + ἡμῖν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ δύναμιν ἐβαρήθημεν WH Treg NIV ] ἐβαρήθημεν ὑπὲρ δύναμιν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:10 ῥύσεται WH Treg NIV ] ῥύεται RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:11 ἡμῶν WH Treg NIV ] ὑμῶν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 ἁγιότητι WH Treg NIV ] ἁπλότητι RP NA
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 τοῦ WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 οὐκ Treg NIV RP ] καὶ οὐκ WH NA

ου γαρ θελομεν υμας αγνοειν αδελφοι υπερ της θλιψεως ημων της γενομενης ημιν εν τη ασια οτι καθ υπερβολην εβαρηθημεν υπερ δυναμιν ωστε εξαπορηθηναι ημας και του ζην

αλλα αυτοι εν εαυτοις το αποκριμα του θανατου εσχηκαμεν ινα μη πεποιθοτες ωμεν εφ εαυτοις αλλ επι τω θεω τω εγειροντι τους νεκρους

10 ος εκ τηλικουτου θανατου ερρυσατο ημας και ρυεται εις ον ηλπικαμεν οτι και ετι ρυσεται

11 συνυπουργουντων και υμων υπερ ημων τη δεησει ινα εκ πολλων προσωπων το εις ημας χαρισμα δια πολλων ευχαριστηθη υπερ ημων

12 η γαρ καυχησις ημων αυτη εστιν το μαρτυριον της συνειδησεως ημων οτι εν απλοτητι και ειλικρινεια θεου ουκ εν σοφια σαρκικη αλλ εν χαριτι θεου ανεστραφημεν εν τω κοσμω περισσοτερως δε προς υμας

Read full chapter