Add parallel Print Page Options

Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· [a]εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ [b]ὑμῶν· εἰδότες ὅτι [c]ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, [d]ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς [e]γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν [f]ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ [g]ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ [h]ἡμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:6 εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως WH NIV ] – Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὑμῶν WH NIV ] + εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας Treg RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὡς WH Treg NIV ] ὥσπερ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ WH NIV RP ] περὶ Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 γενομένης WH Treg NIV ] + ἡμῖν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ δύναμιν ἐβαρήθημεν WH Treg NIV ] ἐβαρήθημεν ὑπὲρ δύναμιν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:10 ῥύσεται WH Treg NIV ] ῥύεται RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:11 ἡμῶν WH Treg NIV ] ὑμῶν RP

ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο πατηρ των οικτιρμων και θεος πασης παρακλησεως

ο παρακαλων ημας επι παση τη θλιψει ημων εις το δυνασθαι ημας παρακαλειν τους εν παση θλιψει δια της παρακλησεως ης παρακαλουμεθα αυτοι υπο του θεου

οτι καθως περισσευει τα παθηματα του χριστου εις ημας ουτως δια χριστου περισσευει και η παρακλησις ημων

ειτε δε θλιβομεθα υπερ της υμων παρακλησεως και σωτηριας της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας και η ελπις ημων βεβαια υπερ υμων

ειδοτες οτι ωσπερ κοινωνοι εστε των παθηματων ουτως και της παρακλησεως

ου γαρ θελομεν υμας αγνοειν αδελφοι υπερ της θλιψεως ημων της γενομενης ημιν εν τη ασια οτι καθ υπερβολην εβαρηθημεν υπερ δυναμιν ωστε εξαπορηθηναι ημας και του ζην

αλλα αυτοι εν εαυτοις το αποκριμα του θανατου εσχηκαμεν ινα μη πεποιθοτες ωμεν εφ εαυτοις αλλ επι τω θεω τω εγειροντι τους νεκρους

10 ος εκ τηλικουτου θανατου ερρυσατο ημας και ρυεται εις ον ηλπικαμεν οτι και ετι ρυσεται

11 συνυπουργουντων και υμων υπερ ημων τη δεησει ινα εκ πολλων προσωπων το εις ημας χαρισμα δια πολλων ευχαριστηθη υπερ ημων

Read full chapter