Add parallel Print Page Options

16 Χάρις δὲ τῷ θεῷ τῷ [a]διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18 συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν— 19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν [b]σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν [c]αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν— 20 στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν, 21 [d]προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. 23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς [e]ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:16 διδόντι WH Treg RP ] δόντι NIV
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:19 σὺν NIV RP ] ἐν WH Treg
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:19 αὐτοῦ NIV RP ] – WH Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:21 προνοοῦμεν γὰρ WH Treg NIV ] προνοούμενοι RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:24 ἐνδεικνύμενοι Treg NIV ] ἐνδείξασθε WH RP