Add parallel Print Page Options

16 Διὸ οὐκ [a]ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ [b]ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως [c]ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, [d]εἴ γε καὶ [e]ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, [f]ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.

Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου, διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον· διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε [g]φαῦλον.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἔσω ἡμῶν WH Treg NIV ] ἔσωθεν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:17 ἡμῶν Treg NIV RP ] – WH
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:3 εἴ γε WH NIV RP ] εἴ περ Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:3 ἐνδυσάμενοι WH Treg NIV RP ] ἐκδυσάμενοι NA
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:5 WH Treg NIV ] + καὶ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:10 φαῦλον WH Treg NIV ] κακόν RP