Add parallel Print Page Options

ἔκρινα [a]γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ [b]τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ [c]ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην [d]σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.

Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ὥστε τοὐναντίον [e]μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ [f]ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:1 γὰρ WH NIV ] δὲ Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:2 τίς WH Treg NIV ] + ἐστιν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:3 ἔγραψα WH Treg NIV ] + ὑμῖν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:3 σχῶ WH Treg NIV ] ἔχω RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:7 μᾶλλον Treg NIV RP ] – WH
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:10 ὃ κεχάρισμαι, εἴ τι WH Treg NIV ] εἴ τι κεχάρισμαι ᾧ RP