Add parallel Print Page Options

16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι— εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι· 17 ὃ λαλῶ οὐ [a]κατὰ κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 ἐπεὶ πολλοὶ καυχῶνται [b]κατὰ σάρκα, κἀγὼ καυχήσομαι. 19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· 20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις [c]εἰς πρόσωπον ὑμᾶς δέρει. 21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς [d]ἠσθενήκαμεν· ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:17 κατὰ κύριον λαλῶ WH Treg NIV ] λαλῶ κατὰ κύριον RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:18 κατὰ Treg NIV ] + τὴν WH RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:20 εἰς πρόσωπον ὑμᾶς WH Treg NIV ] ὑμᾶς εἰς πρόσωπον RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:21 ἠσθενήκαμεν WH Treg NIV ] ἠσθενήσαμεν RP