ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:1-6
SBL Greek New Testament
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ [a]εἰρήνη.
2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν [b]μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως 3 μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, 4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ [c]θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, 5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ [d]καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν [e]ἐν ὑμῖν δι’ ὑμᾶς· 6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
Read full chapterFootnotes
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:1 εἰρήνη WH Treg NIV ] + ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:2 μνείαν WH Treg NIV ] + ὑμῶν RP
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:4 θεοῦ Treg RP ] τοῦ θεοῦ WH NIV
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:5 καὶ WH ] + ἐν Treg NIV RP
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:5 ἐν Treg NIV RP ] – WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software