Add parallel Print Page Options

ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ [a]ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [b]τινα [c]καταπιεῖν· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [d]τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν [e]Χριστῷ, ὀλίγον παθόντας αὐτὸς [f]καταρτίσει, στηρίξει, σθενώσει, [g]θεμελιώσει. 11 [h]αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας [i]τῶν αἰώνων· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν [j]στῆτε. 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν [k]Χριστῷ.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 5:5 ἀλλήλοις WH Treg NIV] + ὑποτασσόμενοι RP
  2. ΠΕΤΡΟΥ Α΄ 5:8 τινα NIV] τίνα RP; – WH Treg
  3. ΠΕΤΡΟΥ Α΄ 5:8 καταπιεῖν WH Treg NIV] καταπίῃ RP
  4. ΠΕΤΡΟΥ Α΄ 5:9 τῷ WH Treg NIV] – RP
  5. ΠΕΤΡΟΥ Α΄ 5:10 Χριστῷ WH NIV] + Ἰησοῦ Treg RP NA
  6. ΠΕΤΡΟΥ Α΄ 5:10 καταρτίσει WH Treg NIV] καταρτίσαι ὑμᾶς RP
  7. ΠΕΤΡΟΥ Α΄ 5:10 θεμελιώσει NIV RP] – WH Treg
  8. ΠΕΤΡΟΥ Α΄ 5:11 αὐτῷ WH Treg NIV] + ἡ δόξα καὶ RP
  9. ΠΕΤΡΟΥ Α΄ 5:11 τῶν αἰώνων Treg NIV RP] – WH NA
  10. ΠΕΤΡΟΥ Α΄ 5:12 στῆτε WH Treg NIV] ἑστήκατε RP
  11. ΠΕΤΡΟΥ Α΄ 5:14 Χριστῷ WH Treg NIV] + Ἰησοῦ ἀμήν RP