Add parallel Print Page Options

Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε [a]εἰς προσευχάς· πρὸ [b]πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη [c]καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ [d]γογγυσμοῦ· 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος [e]ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:7 εἰς WH Treg NIV] + τὰς RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:8 πάντων WH Treg NIV] + δὲ RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:8 καλύπτει WH Treg NIV] καλύψει RP
  4. ΠΕΤΡΟΥ Α΄ 4:9 γογγυσμοῦ WH Treg NIV] + γογγυσμῶν RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:11 ἧς WH Treg NIV] ὡς RP