Add parallel Print Page Options

[a]Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα [b]καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ [c]πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι [d]εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα [e]ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [f]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, [g]ταπεινόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ [h]εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν [i]γλῶσσαν ἀπὸ κακοῦ καὶ [j]χείλη τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω [k]δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ [l]ζηλωταὶ γένησθε; 14 ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 κύριον δὲ τὸν [m]Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, [n]ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 [o]ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ [p]καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:1 Ὁμοίως WH Treg] + αἱ NIV RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:1 καὶ Treg NIV RP] – WH
  3. ΠΕΤΡΟΥ Α΄ 3:4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
  4. ΠΕΤΡΟΥ Α΄ 3:5 εἰς WH Treg NIV] ἐπὶ RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
  6. ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
  7. ΠΕΤΡΟΥ Α΄ 3:8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
  8. ΠΕΤΡΟΥ Α΄ 3:9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
  9. ΠΕΤΡΟΥ Α΄ 3:10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP
  10. ΠΕΤΡΟΥ Α΄ 3:10 χείλη WH Treg NIV] + αὐτοῦ RP
  11. ΠΕΤΡΟΥ Α΄ 3:11 δὲ WH Treg NIV] – RP
  12. ΠΕΤΡΟΥ Α΄ 3:13 ζηλωταὶ WH Treg NIV] μιμηταὶ RP
  13. ΠΕΤΡΟΥ Α΄ 3:15 Χριστὸν WH Treg NIV] θεὸν RP
  14. ΠΕΤΡΟΥ Α΄ 3:15 ἕτοιμοι WH Treg NIV] + δὲ RP
  15. ΠΕΤΡΟΥ Α΄ 3:16 ἀλλὰ WH Treg NIV] – RP
  16. ΠΕΤΡΟΥ Α΄ 3:16 καταλαλεῖσθε WH NIV] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP