Add parallel Print Page Options

Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς [a]εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας [b]εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· διότι περιέχει [c]ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον [d]ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· [e]ἀπιστοῦσιν δὲ [f]λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.

Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες. 11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς· 12 τὴν ἀναστροφὴν ὑμῶν [g]ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων [h]ἐποπτεύοντες δοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.

13 [i]Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, 14 εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν 15 (ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν)· 16 ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς [j]θεοῦ δοῦλοι. 17 πάντας τιμήσατε, τὴν ἀδελφότητα [k]ἀγαπᾶτε, τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 2:5 εἰς WH Treg NIV] – RP
  2. ΠΕΤΡΟΥ Α΄ 2:5 εὐπροσδέκτους WH Treg] + τῷ NIV RP
  3. ΠΕΤΡΟΥ Α΄ 2:6 ἐν WH Treg NIV] + τῇ RP
  4. ΠΕΤΡΟΥ Α΄ 2:6 ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NIV RP] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
  5. ΠΕΤΡΟΥ Α΄ 2:7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP
  6. ΠΕΤΡΟΥ Α΄ 2:7 λίθος WH Treg NIV] Λίθον RP
  7. ΠΕΤΡΟΥ Α΄ 2:12 ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν WH Treg NIV] ἔχοντες καλήν ἐν τοῖς ἔθνεσιν RP
  8. ΠΕΤΡΟΥ Α΄ 2:12 ἐποπτεύοντες WH Treg NIV] ἐποπτεύσαντες RP
  9. ΠΕΤΡΟΥ Α΄ 2:13 Ὑποτάγητε WH Treg NIV] + οὖν RP
  10. ΠΕΤΡΟΥ Α΄ 2:16 θεοῦ δοῦλοι WH Treg NIV] δοῦλοι θεοῦ RP
  11. ΠΕΤΡΟΥ Α΄ 2:17 ἀγαπᾶτε WH Treg NIV] ἀγαπήσατε RP